Ζει ο Θεος !

Ζει ο Θεος !

Τετάρτη, Απριλίου 19, 2017

Η ευχή που διαβάζουν στις εκκλησίες για την οικονομική κρίση

Μητροπολίτης Εδέσσης, Πέλλης και Αλμωπίας κ. Ιωήλ

Η ευχή που διαβάζουν στις εκκλησίες 

για την οικονομική κρίση

Ο Μητροπολίτης Εδέσσης, Πέλλης και Αλμωπίας κ. Ιωήλ, έχει γράψει πλήθος ακολουθιών, Παράκληση για τις Πανελλαδικές εξετάσεις κ.α. Προσφάτως, έγραψε και μια ειδική ευχή που αναφέρεται στην οικονομική κρίση, η οποία, αν μη τι άλλο, έχει ιδιαίτερο ενδιαφέρον.

Η ευχή 

Κύριε ὁ Θεός ἡμῶν, ὁ δείξας τό ἔλεός Σου ἐν πᾶσι τοῖς προσιοῦσι σοι καί ἐξαιτουμένοις τοῦτο, ὁ εὐμήχανος καί ποικίλα ἔχων τῆς σωτηρίας τά φάρμακα, «ὁ πατήρ τῶν οἰκτιρμῶν καί Θεός πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπί πάσῃ τῇ θλίψει ἡμῶν», ὁ διά τοῦ μονογενοῦς Σου Υἱοῦ πληροφορήσας ἡμᾶς ὅτι «οἰκτίρμων» ὑπάρχεις καί πολυέλεος, «ὁ ἐλεῶν πάντας, ὅτι πάντα δύνασαι καί παρορῶν ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν», ὁ παρακινήσας τόν προφητάνακτα Δαυΐδ εἰπεῖν· «καθαρισθήσομαι ἀπό ἁμαρτίας μεγάλης» τῇ δυνάμει σου, ὁ μή θέλων τόν θάνατον τοῦ ἁμαρτωλοῦ, πρόσδεξαι ἐν ταύτῃ τῇ ὥρᾳ τήν δέησιν ἡμῶν ὑπέρ τοῦ Ἔθνους καί τῆς Πατρίδος ἡμῶν.


Πάντες γάρ οἱ ὁμοπάτριδες κείμεθα ἐπί ξυροῦ ἀκμῆς τῶν θλίψεων ὀδυνόμενοι ἐπί τῇ χλεύῃ καί καταφρονήσει τῆς φιλτάτης ἡμῶν πατρίδος, οὐ μήν ἀλλά καί τῇ δυστυχίᾳ τῶν κατοίκων αὐτῆς.

Ὄντως ἔκ τε τῶν ἁμαρτιῶν ἡμῶν καί ἐκ τῆς ἐνεστώσης οἰκονομικῆς ἀνάγκης καί τῆς πνευματικῆς κρίσεως τῶν Ἐθνῶν κατέστημεν ἄνθρωποι θλῖψιν μόνιμον ἔχοντες καί Ἔθνος ὑπό τῶν ἄλλων Ἐθνῶν ὀνειδιζόμενον.


Δός, οὖν, ἡμῖν, Κύριε ὁ Θεός ἡμῶν ἄνεσιν βίου, πάντα τά χρειώδη τῆς καθ᾽ ἡμέραν ἐπί τῆς γῆς ἡμῶν διαβιώσεως, μετάνοιαν διά τάς παραλείψεις καί ἁμαρτίας ἡμῶν, ἐλευθερίαν ἐκ τῶν πολλῶν δυσοιώνων λογισμῶν, πίστιν βεβαίαν πρός Σέ, ἐλπίδα ἐπί τά βελτίω τῶν ὀχληρῶν ἡμῶν καταστάσεων ἀκαταίσχυντον, χαράν ἐν ταῖς καρδίαις ἡμῶν σταθηράν.


Ἐξάγαγε ἡμᾶς ἐκ τῶν λυπηρῶν ἐπί τά θυμηδέστερα, ἐκ τῶν στενωπῶν τῆς ἀπελπισίας εἰς τόν δίαυλον τοῦ θάρσους, ἐκ τῆς ὀλισθηρᾶς ὁδοῦ τῆς ἀπωλείας εἰς τήν ἀτραπόν τῆς σταθερότητος, ἐκ τῆς ἀπιστίας εἰς τήν πίστιν, φανερῶν τοῖς πᾶσι τόν δρόμον τῆς ἀληθινῆς ζωῆς.


Ὅτι σύ εἶ ἡ πηγή τῆς ζωῆς καί σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Μητροπολίτης Εδέσσης, Πέλλης και Αλμωπίας κ. Ιωήλ



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου